«Τῶν πονηρῶν καὶ κακοδόξων τὰ στόματα ἰοῦ γέμει
θανατηφόρου, οὗ μιγνυμένου τοῖς ῥήμασι τῆς ζωῆς
θανατηφόρα καὶ ταῦτα τοῖς ἀπερισκέπτως ἀκούουσι
γίνεται».
Γρηγόριος Παλαμᾶς
Μακαριώτατε καὶ σεπτὲ Πρόεδρε τῆς Ἱ. Συνόδου τῆς Ἱεραρχίας τῆς Ἑλλάδος καὶ σεπτοὶ ἅγιοι Ἀρχιερεῖς οἱ συγκροτοῦντες τὴν Ἱεραρχίαν τῆς καθ΄ Ἑλλάδα Μιᾶς, Ἁγίας, Καθολικῆς καὶ Ἀποστολικῆς Ἐκκλησίας τοῦ Χριστοῦ,
Κλίνας τὸ γόνυ τῆς ψυχῆς καὶ τοῦ σώματος ἀσπάζομαι τὰς χαριτοβρύτους χεῖρας πάντων Ὑμῶν, δι΄ ὧν διαπορθμεύεται ἡ θεία χάρις εἰς τὰ μέλη τῆς Ἐκκλησίας τῆς Ἑλλάδος, ἥτις ἐστιν προέκτασις τῆς Ἐκκλησίας τῶν Οἰκουμενικῶν συνόδων τοῦ Βυζαντίου.
Κατὰ τὸν ἐν ἁγίοις Γρηγόριον Ἀρχιεπίσκοπον Θεσσαλονίκης τὸν Παλαμᾶν:
«τὰ ἐν ταῖς καρδίαις τῶν θεοφόρων Πατέρων νοήματα, πρόσφορος τροφὴ γίνεται ταῖς τῶν ἀκουόντων καὶ πειθομένων ψυχαῖς, τῶν δὲ πονηρῶν καὶ κακοδόξων τὰ στόματα ἰοῦ γέμει θανατηφόρου, καὶ ταῦτα τοῖς ἀπερισκέπτως ἀκούουσι θανατηφόρα γίνεται.
